Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.168 Joseph. AJ 12.173 (English) >>Joseph. AJ 12.178

12.171καθεζομένου δὲ τοῦ βασιλέως ἐπʼ ὀχήματος μετὰ τῆς γυναικὸς καὶ μετὰ Ἀθηνίωνος φίλου, οὗτος δʼ ἦν πρεσβεύσας εἰς Ἱεροσόλυμα καὶ παρὰ Ἰωσήπῳ ξενισθείς, θεασάμενος αὐτὸν Ἀθηνίων εὐθὺς ἐποίει τῷ βασιλεῖ γνώριμον, τοῦτον εἶναι λέγων, περὶ οὗ παραγενόμενος ἐξ Ἱεροσολύμων ἀπήγγειλεν, ὡς ἀγαθός τε εἴη καὶ φιλότιμος νεανίσκος. 12.172 δὲ Πτολεμαῖος πρῶτός τε αὐτὸν ἠσπάσατο καὶ δὴ ἀναβῆναι ἐπὶ τὸ ὄχημα παρεκάλεσεν καὶ καθεσθέντος ἤρξατο περὶ τῶν Ὀνίᾳ πραττομένων ἐγκαλεῖν. δέσυγγίνωσκε, φησίν, αὐτῷ διὰ τὸ γῆρας· οὐ γὰρ λανθάνει σε πάντως, ὅτι καὶ τοὺς πρεσβύτας καὶ τὰ νήπια τὴν αὐτὴν διάνοιαν ἔχειν συμβέβηκεν. παρὰ δʼ ἡμῶν ἔσται σοι τῶν νέων ἅπαντα, 12.173ὥστε μηδὲν αἰτιᾶσθαι.” ἡσθεὶς δʼ ἐπὶ τῇ χάριτι καὶ τῇ εὐτραπελίᾳ τοῦ νεανίσκου μᾶλλον αὐτὸν ὡς ἤδη καὶ πεπειραμένος ἀγαπᾶν ἤρξατο, ὡς ἔν τε τοῖς βασιλείοις αὐτὸν κελεῦσαι διαιτᾶσθαι καὶ καθʼ ἡμέραν ἐπὶ τῆς ἑστιάσεως τῆς ἰδίας ἔχειν. 12.174γενομένου δʼ ἐν Ἀλεξανδρείᾳ τοῦ βασιλέως ἰδόντες οἱ πρῶτοι τῆς Συρίας συγκαθεζόμενον αὐτῷ τὸν Ἰώσηπον ἀηδῶς ἔφερον. 12.175

Ἐνστάσης δὲ τῆς ἡμέρας, καθʼ ἣν ἔμελλεν τὰ τέλη πιπράσκεσθαι τῶν πόλεων, ἠγόραζον οἱ τοῖς ἀξιώμασιν ἐν ταῖς πατρίσιν διαφέροντες. εἰς ὀκτακισχίλια δὲ τάλαντα συναθροιζομένων τῶν τῆς κοίλης Συρίας τελῶν καὶ τῆς Φοινίκης καὶ Ἰουδαίας σὺν τῇ Σαμαρείᾳ,



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.168 Joseph. AJ 12.173 (English) >>Joseph. AJ 12.178

Powered by PhiloLogic